Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 16.9 | Dem. 16.13 (English) | >>Dem. 16.17 |
16.12οὐ γὰρ ταῦτα λέγοντες ἔπεισαν ὑμᾶς , πάντων Πελοποννησίων ἐλθόντων ὡς ὑμᾶς καὶ μεθʼ ὑμῶν ἀξιούντων ἐπὶ τοὺς Λακεδαιμονίους ἰέναι , τοὺς μὲν μὴ προσδέξασθαι (καὶ διὰ τοῦθʼ , ὅπερ ἦν ὑπόλοιπον αὐτοῖς , ἐπὶ Θηβαίους ἦλθον ), ὑπὲρ δὲ τῆς Λακεδαιμονίων σωτηρίας καὶ χρήματʼ εἰσφέρειν καὶ τοῖς σώμασι κινδυνεύειν · οὐδʼ ἂν ὑμεῖς ἠθελήσατε δήπου σῴζειν αὐτούς , εἰ τοῦτο προὔλεγον ὑμῖν , ὅτι σωθέντες , ἐὰν μὴ ποιεῖν ὅ τι βούλονται πάλιν αὐτοὺς ἐᾶτε καὶ ἀδικεῖν , οὐδεμίαν ὑμῖν χάριν ἕξουσι τῆς σωτηρίας .
16.13καὶ μὴν εἰ σφόδρʼ ἐναντίον ἐστὶ τοῖς Λακεδαιμονίων ἐπιχειρήμασιν τὸ τοὺς Ἀρκάδας ἡμᾶς συμμάχους ποιήσασθαι , προσήκει δήπου πλείω χάριν αὐτοὺς ἔχειν ὧν ἐσώθησαν ὑφʼ ἡμῶν εἰς τοὺς ἐσχάτους ἐλθόντες κινδύνους ἢ ὧν ἀδικεῖν κωλύονται νῦν ὀργίζεσθαι . ὥστε πῶς οὐ βοηθήσουσιν ἡμῖν ἐπʼ Ὠρωπόν , ἢ κάκιστοι πάντων ἀνθρώπων δόξουσιν εἶναι ; μὰ τοὺς θεοὺς ἔγωγʼ οὐχ ὁρῶ .
θαυμάζω τοίνυν καὶ τῶν λεγόντων τοῦτον τὸν λόγον , ὡς εἰ συμμάχους ποιησόμεθʼ Ἀρκάδας καὶ ταῦτα πράξομεν , μεταβάλλεσθαι δόξει καὶ οὐδὲν ἔχειν πιστὸν ἡ πόλις . ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον , ὦ ἄνδρες Ἀθηναῖοι . διὰ τί ; ὅτι τῶν πάντων οὐδένʼ ἂν ἀντειπεῖν οἴομαι ὡς οὐ καὶ Λακεδαιμονίους καὶ πρότερον Θηβαίους καὶ τὸ τελευταῖον Εὐβοέας ἔσωσεν ἡ πόλις , καὶ μετὰ ταῦτα συμμάχους ἐποιήσατο , ἕν τι καὶ ταὔτʼ ἀεὶ βουλομένη πράττειν .
16.14
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 16.9 | Dem. 16.13 (English) | >>Dem. 16.17 |